2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Το Ευαγγέλιο της Κυριακής 19.12.2010

ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ (Ματθ. α΄ 1-25)
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών,

Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ὅ ἐστι μεθερμηνευόμενον «μεθ᾿ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Ο Απόστολος της Κυριακής 19.12.2010

ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ (Ἑβρ. ια΄ 9-10, 32-40)
Κείμενο
Αδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ
καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Απόδοση
Αδελφοί, ὁ Ἀβραάμ μὲ τὴν πίστη ἐγκαταστάθηκε στὴ γῆ ποὺ τοῦ εἶχε ὑποσχεθεῖ ὁ Θεός, ξένος σὲ ἄγνωστη χώρα, ζώντας σὲ σκηνὲς μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, ποὺ κι αὐτοὶ ἦταν κληρονόμοι τῆς ἴδιας ὑποσχέσεως. Κι αὐτό, γιατὶ περίμενε τὴν πόλη ποὺ θὰ εἶχε στέρεα θεμέλια καὶ ποὺ ἀρχιτέκτονας καὶ δημιουργός της θὰ ἦταν ὁ Θεός. Χρειάζεται νὰ συνεχίσω; Δὲν θὰ μὲ πάρει ὁ χρόνος νὰ διηγηθῶ γιὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν Ἰεφθάε, τὸν Δαβίδ, τὸν Σαμουὴλ καὶ τοὺς προφῆτες. Μὲ τὴν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τὸ δίκαιο, πέτυχαν τὴν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τὴ δύναμη τῆς φωτιᾶς, διέφυγαν τὴ σφαγή, ἔγιναν ἀπὸ ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στὸν πόλεμο, ἔτρεψαν σὲ φυγὴ ἐχθρικὰ στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στὴ ζωὴ τοὺς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὣς τὸν θάνατο, χωρὶς νὰ δεχτοῦν τὴν ἀπελευθέρωσή τους, γιατὶ πίστευαν ὅτι μποροῦσαν ν’ ἀναστηθοῦν σὲ μιὰ καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμοὺς καὶ μαστιγώσεις, ἀκόμη καὶ δεσμὰ καὶ φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μὲ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μὲ προβιὲς καὶ κατσικίσια δέρματα, ἔζησαν μὲ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καὶ κακουχίες - ὁ κόσμος δὲν ἦταν ἄξιος νά ᾿χει τέτοιους ἀνθρώπους- πλανήθηκαν σὲ ἐρημιὲς καὶ βουνά, σὲ σπηλιὲς καὶ σὲ τρύπες τῆς γῆς. Ὅλοι οἱ παραπάνω, παρὰ τὴν καλὴ μαρτυρία τῆς πίστης τους, δὲν πῆραν ὅ,τι τοὺς ὑποσχέθηκε ὁ Θεός. Αὐτὸς εἶχε προβλέψει κάτι καλύτερο γιὰ μᾶς, ἔτσι ὥστε νὰ μὴ φτάσουν ἐκεῖνοι στὴν τελειότητα χωρὶς ἐμᾶς.