ΚΥΡΙΑΚΗ ΙΑ΄ ΛΟΥΚΑ (Λουκ. ιδ΄ 16-24, Ματθ. κβ΄ 14)
Κείμενο
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Απόδοση
Απόδοση
Εἶπε ὁ Κύριος αὐτὴ τὴν παραβολή: «Ἕνας ἄνθρωπος ἑτοίμασε μεγάλο δεῖπνο καὶ κάλεσε πολλούς. Ὅταν ἦρθε ἡ ὥρα τοῦ δείπνου, ἔστειλε τὸν δοῦλο του νὰ πεῖ στοὺς καλεσμένους: “ἐλᾶτε, ὅλα εἶναι πιὰ ἕτοιμα”. Τότε ἄρχισαν, ὁ ἕνας μετὰ τὸν ἄλλο, νὰ βρίσκουν δικαιολογίες: Ὁ πρῶτος τοῦ εἶπε: “ἔχω ἀγοράσει ἕνα χωράφι καὶ πρέπει νὰ πάω νὰ τὸ δῶ· σὲ παρακαλῶ, θεώρησέ με δικαιολογημένον”. Ἄλλος τοῦ εἶπε: “ἔχω ἀγοράσει πέντε ζευγάρια βόδια καὶ πάω νὰ τὰ δοκιμάσω· σὲ παρακαλῶ, δικαιολόγησέ με”. Κι ἕνας ἄλλος τοῦ εἶπε: “εἶμαι νιόπαντρος καὶ γι’ αὐτὸ δὲν μπορῶ νὰ ἔρθω”. Γύρισε ὁ δοῦλος ἐκεῖνος καὶ τὰ εἶπε αὐτὰ στὸν κύριό του. Τότε ὁ οἰκοδεσπότης ὀργισμένος εἶπε στὸν δοῦλο του: “πήγαινε γρήγορα στὶς πλατεῖες καὶ στοὺς δρόμους τῆς πόλης καὶ φέρε μέσα τοὺς φτωχούς, τοὺς ἀνάπηρους, τοὺς κουτσοὺς καὶ τοὺς τυφλούς”. Ὅταν γύρισε ὁ δοῦλος τοῦ εἶπε: “κύριε, αὐτὸ ποὺ πρόσταξες ἔγινε καὶ ὑπάρχει ἀκόμη χῶρος”. Εἶπε πάλι ὁ κύριος στὸν δοῦλο: “πήγαινε ἔξω ἀπὸ τὴν πόλη στοὺς δρόμους καὶ στὰ μονοπάτια κι ἀνάγκασέ τους νὰ ἔρθουν, γιὰ νὰ γεμίσει τὸ σπίτι μου· γιατὶ σᾶς βεβαιώνω πὼς κανένας ἀπὸ κείνους ποὺ κάλεσα δὲν θὰ γευτεῖ τὸ δεῖπνο μου”. Γιατί, πολλοὶ εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως οἱ ἐκλεκτοί»
Ο Απόστολος της Κυριακής 12.12.2010
ΙΕΡΑΡΧΟΥ (Ἐφεσ. ε΄ 8-19)
Κείμενο
Αδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· – ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· – δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

Αδελφοί, νὰ ζεῖτε σὰν ἄνθρωποι ποὺ ἀνήκουν στὸ φῶς. Γιατὶ ἡ ζωὴ ἐκείνων ποὺ ὁδηγοῦνται ἀπὸ τὸ Ἅγιο Πνεῦμα διακρίνεται γιὰ τὴν ἀγαθότητα, τὴ δικαιοσύνη καὶ τὴν ἀλήθεια. Νὰ ἐξετάζετε τὶ ἀρέσει στὸν Κύριο. Καὶ νὰ μὴ συμμετέχετε στὰ σκοτεινὰ κι ἀνώφελα ἔργα τῶν ἄλλων, ἀλλὰ νὰ τὰ ξεσκεπάζετε. Γι’ αὐτὰ ποὺ κάνουν ἐκεῖνοι στὰ κρυφά, εἶναι ντροπὴ ἀκόμα καὶ νὰ μιλᾶμε. Ὅταν ὅμως ὅλα αὐτὰ ἔρχονται στὸ φῶς, ἀποκαλύπτεται ἡ ἀληθινή τους φύση. Γιατὶ ὅ,τι φανερώνεται γίνεται κι αὐτὸ φῶς. Γι’ αὐτὸ λέει ἕνας ὕμνος: «Ξύπνα ἐσὺ ποὺ κοιμᾶσαι, ἀναστήσου ἀπὸ τοὺς νεκρούς, καὶ θὰ σὲ φωτίσει ὁ Χριστός». Προσέχετε, λοιπόν, καλά, πῶς ζεῖτε· μὴ ζεῖτε ὡς ἀσύνετοι ἀλλὰ ὡς συνετοί. Νὰ χρησιμοποιεῖτε σωστὰ τὸν χρόνο σας, γιατὶ ζοῦμε σὲ πονηροὺς καιρούς. Γι’ αὐτὸ μὴν εἶστε ἄφρονες, ἀλλὰ ν’ ἀντιλαμβάνεστε τὶ θέλει ὁ Κύριος ἀπὸ σᾶς. Νὰ μὴ μεθᾶτε μὲ κρασί, ποὺ ὁδηγεῖ στὴν ἀσωτεία, ἀλλὰ νὰ γεμίζετε μὲ τὸ Πνεῦμα τοῦ Θεοῦ. Νὰ τραγουδᾶτε στὶς συνάξεις σας ψαλμοὺς καὶ ὕμνους καὶ πνευματικὲς ὠδές· νὰ ψάλλετε μὲ τὴν καρδιά σας στὸν Κύριο.