2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Ψαλμὸς ΙΣΤ’

Κείμενον
1 Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.
2 Ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
3 Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ ούχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
4 Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
5 Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.
6 Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ρημάτων μου.
7 Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.
8 Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπη τῶν πτερύγων σου σκεπάσεις με
9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·
10 τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
11 Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
12 Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
13 Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ρῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
14 Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
15 Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.
Ἑρμηνευτικὴ ἀπόδοσις
1 Εἰσάκουσον, Κύριε, τὸ δίκαιον αἴτημά μου. Εὐδόκησον νὰ προσέξῃς τὴν παράκλησιν καὶ ἱκεσίαν μου. Ἄκουσον μὲ ὦτα εὐμενῆ τὴν προσευχήν, τὴν ὁποίαν σοῦ ἀπευθύνω μὲ χείλη εἰλικρινῆ καὶ ἐλεύθερα ἀπὸ δόλον.
2 Ἡ περὶ ἐμοῦ κρίσις καὶ ἀπόφασις ἂς ἐξέλθῃ καὶ ἂς ἐκδοθῇ αὐτοπροσώπως ἀπὸ σέ, ποὺ κρίνεις δικαίως καὶ εὐθέως. Οἱ ὀφθαλμοί μου, οἱ ὁποῖοι ματαίως ἀναζητοῦν τὸ δίκαιον καὶ ὀρθὸν ἐπὶ τῆς γῆς, ἂς ἴδουν τὴν ἐπικράτησιν τῶν ἀπροσωπολήπτων καὶ δικαίων ἀποφάσεών σου.
3 Ἠρεύνησες καὶ ἐξήτασες τὰ βάθη τῆς καρδίας μου. Μὲ ἐπεσκέφθης κατὰ τὴν νύκτα, ὅτε κατάμονος καὶ ἐν ἡσυχίᾳ συνεκέντρωνα τὸν νοῦν εἰς τὰς ἀδικίας καὶ τὰς ἐπιβουλὰς τῶν ἐχθρῶν μου καὶ εἰς τὸν σάλον τῶν περιπετειῶν καὶ κινδύνων μου. Μὲ ἀφῆκες εἰς τὸ πῦρ τῶν δοκιμασιῶν καὶ τῶν βασανιστικῶν τούτων σκέψεων ὡς εἰς ἄλλο χωνευτήριον νὰ δοκιμασθῶ, καὶ δὲν εὑρέθη μέσα μου σκέψις ἄδικος καὶ ἐμπαθής.
4 Ἐπὶ τὸ σκοπῷ δὲ τοῦ νὰ μὴ δοκιμάσω διὰ τοῦ στόματός μου τὰ πονηρὰ ἔργα τῶν ἀνθρώπων καὶ διὰ νὰ συμμορφοῦμαι πρὸς τοὺς λόγους καὶ τὰ παραγγέλματα τῶν χειλέων σου, Κύριε, ἐγὼ ἐφύλαξα τὰς δυσκόλους καὶ τραχείας ὁδοὺς τοῦ καθήκοντος.
5 Συμμόρφωσε πλήρως τὸν βίον μου καὶ τὴν διαγωγήν μου, ὥστε νὰ βαδίζω πάντοτε εἰς τὰς ὁδοὺς τῶν ἐντολῶν σου, διὰ νὰ μὴ κλονισθοῦν ποτὲ οἱ πόδες μου καὶ ὀλισθήσω μακρὰν τοῦ θελήματός σου.
6 Ἐγὼ μὲ πόθον πολὺν καὶ πίστιν ἀκλόνητον ἐφώναξα καὶ σὲ ἐπεκαλέσθην, διότι πάντοτε εἰς τὸ παρελθὸν ἐπήκουσας, ὦ Θεέ, τὴν προσευχήν μου. Σκῦψε ἀπὸ τὸ ὕψος τοῦ οὐρανοῦ τὸ οὖς σου πρὸς ἐμὲ καὶ ἄκουσε τοὺς λόγους τῆς δεήσεώς μου, τὴν ὁποίαν ἀπὸ τὰ βάθη τῆς γῆς σοῦ ἀναπέμπω.
7 Φανέρωσε κατὰ τρόπον θαυμαστὸν τὰ ἐλέη σου καὶ πάλιν, σὺ ποὺ πάντοτε σώζεις τοὺς ἐλπίζοντας εἰς σὲ ἀπὸ τὰς ἐπιβουλὰς καὶ τὰς καταδιώξεις τῶν ἀνθισταμένων εἰς τὴν πανίσχυρον δεξιάν σου.
8 Προφύλαξέ με σὰν κόρην ὀφθαλμοῦ· περιφρούρησέ με, ὅπως οἱ ἄνθρωποι φυλάττουν τὰ μάτια των ἢ ὅ, τι προσφιλὲς καὶ πολύτιμον ἔχουν. Σκέπασέ με ὑπὸ τὴν σκέπην τῆς κραταιᾶς σου δυνάμεως καὶ προστασίας, ὅπως σκεπάζει ἡ ὄρνιθα τὰ μικρὰ πουλιά της, κρύπτουσα αὐτὰ ἀπὸ τὸν προσεγγίζοντα ἐπίβουλον τῆς ζωῆς των.
9 Οὕτω καὶ σύ, Κύριε, προστάτευσέ με ἀπὸ τὰ πρόσωπα τῶν ἀσεβῶν , ποὺ μὲ ἐταλαιπώρησαν καὶ μὲ ἐβασάνισαν. Ἰδού· οἱ ἐχθροί μου μὲ ἐκύκλωσαν δι’ ἐπιβουλῶν καὶ ἐνεδρῶν, τὰς ὁποίας μοῦ ἔχουν στήσει παντοῦ ὅπου καὶ ἂν στραφῶ.
10 Ἐκλείσθη ἀπὸ πάχος ἀναισθησίας ὁλόκληρος ἡ καρδία των καὶ ἐγένετο σκληρά. Τὸ στόμα των ἐλάλησε λόγους θρασεῖς καὶ ὑπερηφάνους.
11 Ἀφοῦ μὲ ἔβγαλαν ἔξω καὶ μὲ ἀπεδίωξαν ἀπὸ τὴν πατρίδα καὶ τὸν οἶκον μου, με περιεκύκλωσαν. Πρὸς ἕν καὶ μόνον σημεῖον ἔστρεψαν τοὺς ὀφθαλμούς των καὶ ὅλην των τὴν προσοχήν, πῶς νὰ μὲ ἐξαπλώσουν κατὰ γῆς καὶ ἐντὸς αὐτῆς νὰ μὲ θάψουν.
12 Μὲ ἐξέλαβον ὡς λείαν καὶ ὡς θήραμα· μὲ ἀντίκρυσαν σὰν λέων ἑτοιμασμένος διὰ νὰ ἐφορμήσῃ πρὸς σύλληψιν τοῦ θηράματός του καὶ σὰν μικρὸν λεοντάριον ποὺ δὲν ἠσκήθη εἰς τὸ κυνήγιον καὶ δὲν ἐθάρρευσεν ἀκόμη, δι’ αὐτὸ δὲ κρύπτεται καὶ παραμονεύει, προκειμένου νὰ ἁρπάσῃ ἀσφαλῶς τὴν λείαν του.
13 Ἀρκετὰ ἐμακροθύμησας, Κύριε· σήκω ἐπάνω καὶ κατάφθασέ τους προτοῦ μὲ θανατώσουν· πεδίκλωσέ τους καὶ ἀνάτρεψέ τους. Γλύτωσε ἀπὸ τὸν ἀσεβῆ τὴν ψυχήν μου. Γλύτωσέ την ἀπὸ τοὺς ἐχθρούς, διότι αὐτὴ εἶναι ρομφαία καὶ ὅπλον τῆς χειρός σου, ἀντιτασσομμένη διὰ τῆς βοηθείας σου κατὰ παντὸς ἀσεβοῦς καὶ μισοῦντος τὸν νόμον σου.
14 Ὦ Κύριε, χώρισε τὸ πλῆθος τῶν ἀσεβῶν ἀπὸ τοὺς ὀλίγους ἐκλεκτούς σου. Ἀποχώρισε αὐτοὺς ἀπὸ τὴν γῆν, ἤδη ἀπὸ τῆς παρούσης των ζωῆς. Δὲν ἀπήλαυσαν μόνον τὰ κοινὰ ἀγαθά, μὲ τὰ ὁποῖα τρέφονται ὅλοι. Ἀλλ’ ἐγέμισεν ἡ κοιλία των καὶ μὲ ὅσα ἔχεις ἀποκρύψει εἰς τὰ βάθη τῆς γῆς καὶ τῆς θαλάσσης, τῶν ὁποίων τοὺς θησαυροὺς ἐξέχωσαν καὶ ἀνείλκυσαν. Ἀπέκτησαν ἀπογόνους πολλοὺς καὶ ἐχόρτασαν τὰ μάτια των ἀπὸ τὸ νὰ βλέπουν πλῆθος υἱῶν. Καὶ ἀφοῦ οἱ ἴδιοι ἔφαγον καὶ ἔπιον καὶ ἐθησαύρισαν, ἀφῆκαν τὰ ὑπολείμματα τοῦ πλούτου των εἰς τὰ νήπιά των.
15 Ἰδικός μου ὅμως πλοῦτος εἶναι ἡ ἀρετή. Καὶ μὲ αὐτὴν θὰ παρουσιασθῶ καὶ θὰ ἐμφανισθῶ ἐμπρός σου, θὰ χορτασθῶ δὲ τότε, ὅταν ἀπαύστως θὰ βλέπω καὶ ἀκορέστως θὰ ἀπολαμβάνω τὴν δόξαν τοῦ θείου προσώπου σου.

Τὸ Ψαλτήριον
τοῦ Προφήτου καὶ Βασιλέως Δαυΐδ,
μετὰ συντόμου ἑρμηνείας
ὑπὸ Παν. Ν. Τρεμπέλα.
Ἔκδοσις εἰκοστὴ ὀγδόη.
Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ».
Ἀθῆναι 2009.