2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Τι πλέον θέλεις;

Εγώ πατήρ, εγώ αδελφός, εγώ νυμφίος, εγώ οικία, εγώ τροφεύς, εγώ ιμάτιον, εγώ ρίζα, εγώ θεμέλιος, παν όπερ αν θέλεις εγώ. Μηδενός εν χρεία καταστείς. Εγώ δουλεύσω.
Ήλθον γαρ διακονήσαι, ου διακονηθήναι. Εγώ και φίλος και ξένος και κεφαλή και αδελφός και αδελφή και μήτηρ. Πάντα εγώ.
Μόνον οικείως έχε προς εμέ.  Εγώ πένης δια σέ και αλήτης δια σέ, επι σταυρού δια σέ, άνω υπέρ σου εντυγχάνω τω Πατρί κάτω υπέρ σου πρεσβευτής παραγέγονα παρά του Πατρός.
Πάντα μοι σύ και αδελφός  και συγκληρονόμος και  φίλος και  μέλος.      

Αγιος Ιωάννης ο  Χρυσόστομος