2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Το Ευαγγέλιο της Κυριακής 14 Σεπτεμβρίου 2014 - Ύψωσις Τιμίου Σταυρού


(᾿Ιω. ιθ´ 6-11, 13-20, 25-28, 30-35)
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κατὰ τοῦ ᾿Ιησοῦ ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ παρεγένοντο πρὸς Πιλᾶτον λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ᾿Απεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ῾Ημεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ Υἱὸν ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶ σύ;
῾Ο δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ᾿Εμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; ᾿Απεκρίθη ᾿Ιησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. ῾Ο οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ῾Εβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· ῎Ιδε ὁ βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· ῏Αρον ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ᾿Απεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν ᾿Ιησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὅς λέγεται ῾Εβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ᾿Ιησοῦν. ῎Εγραψε δὲ καὶ τὶτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί, ῾Ελληνιστί, ῾Ρωμαϊστί. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· ᾿Ιδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται, κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.

Απόδοση σε απλή γλώσσα
Εκεῖνο τὸν καιρό, συνεδρίασαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κι ἀποφάσισαν νὰ ἐξοντώσουν τὸν ᾿Ιησοῦ. ῏Ηρθαν τότε στὸν Πιλᾶτο κι ἔλεγαν· «Σταύρωσέ τον, σταύρωσέ τον!» Τοὺς λέει ὁ Πιλάτος· «Πάρτε τον ἐσεῖς καὶ σταυρῶστε τον· ἐγὼ δὲν τοῦ βρίσκω καμιὰ αἰτία καταδίκης». Τοῦ ἀπάντησαν οἱ ᾿Ιουδαῖοι· «᾿Εμεῖς ἔχουμε νόμο, καὶ σύμφωνα μὲ τὸν νόμο μας πρέπει νὰ πεθάνει, γιατὶ ἰσχυρίστηκε πὼς εἶναι Υἱὸς Θεοῦ». ῾Ο Πιλάτος, ὅταν ἄκουσε αὐτὸν τὸν λόγο, φοβήθηκε ἀκόμη περισσότερο. Μπῆκε πάλι μέσα στὸ πραιτώριο καὶ λέει στὸν ᾿Ιησοῦ· «᾿Απὸ ποῦ εἶσαι ἐσύ;» ᾿Αλλὰ ὁ ᾿Ιησοῦς δὲν τοῦ ᾿δωσε ἀπόκριση. Τοῦ λέει τότε ὁ Πιλάτος· «Σ’ ἐμένα δὲν ἀποκρίνεσαι; Δὲν ξέρεις πὼς ἔχω ἐξουσία νὰ σὲ σταυρώσω, ὅπως ἔχω καὶ ἐξουσία νὰ σὲ ἀφήσω ἐλεύθερο;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «Δὲν θὰ εἶχες καμία ἐξουσία πάνω μου, ἂν δὲν σοῦ εἶχε δοθεῖ ἀπὸ τὸν Θεό». ῾Ο Πιλάτος, ὅταν ἄκουσε αὐτὰ τὰ λόγια, διέταξε νὰ φέρουν ἔξω τὸν ᾿Ιησοῦ κι ὁ ἴδιος κάθισε στὴν ἕδρα τοῦ δικαστῆ, στὸν τόπο ποὺ ὀνομάζεται Λιθόστρωτο -στὰ ἑβραϊκὰ «Γαββαθά». ῏Ηταν σχεδὸν μεσημέρι, παραμονὴ τοῦ Πάσχα. Λέει λοιπὸν ὁ Πιλάτος στοὺς ᾿Ιουδαίους· «Νά ὁ βασιλιάς σας!» Τότε ἐκεῖνοι ἄρχισαν νὰ φωνάζουν μὲ κραυγές· «Θάνατος, θάνατος, σταύρωσέ τον!» Τοὺς λέει ὁ Πιλάτος· «Τὸν βασιλιά σας νὰ σταυρώσω;» ᾿Αποκρίθηκαν οἱ ἀρχιερεῖς· «Δὲν ἔχουμε ἄλλον βασιλιά, ἐκτὸς ἀπὸ τὸν αὐτοκράτορα». Τότε κι ὁ Πιλάτος τοὺς τὸν παρέδωσε γιὰ νὰ σταυρωθεῖ. Οἱ στρατιῶτες, λοιπόν, παρέλαβαν τὸν ᾿Ιησοῦ καὶ ξεκίνησαν. Καὶ βγῆκε αὐτὸς ἀπὸ τὴν πόλη σηκώνοντας στοὺς ὤμους του τὸν σταυρό, μέχρι τὸν λεγόμενο «Τόπο τοῦ Κρανίου» -στὰ ἑβραϊκὰ λέγεται «Γολγοθά». ᾿Εκεῖ σταύρωσαν τὸν ᾿Ιησοῦ. Μαζί του σταύρωσαν ἄλλους δύο, τὸν ἕνα ἀπὸ τὴ μιὰ μεριὰ καὶ τὸν ἄλλο ἀπὸ τὴν ἄλλη, καὶ στὴ μέση τὸν ᾿Ιησοῦ. ῾Ο Πιλάτος διέταξε ἐπίσης κι ἔγραψαν μιὰ ἐπιγραφή, καὶ τὴν τοποθέτησαν πάνω στὸν σταυρό. Κι ἔγραφε· «᾿Ιησοῦς ὁ Ναζωραῖος, Βασιλιὰς τῶν ᾿Ιουδαίων». Αὐτὴ τὴν ἐπιγραφὴ τὴ διάβασαν πολλοὶ ἀπὸ τοὺς ᾿Ιουδαίους, γιατὶ ὁ τόπος ὅπου σταυρώθηκε ὁ ᾿Ιησοῦς ἦταν κοντὰ στὴν πόλη, καὶ ἡ ἐπιγραφὴ ἦταν γραμμένη ἑβραϊκά, ἑλληνικὰ καὶ λατινικά. Κοντὰ στὸν σταυρὸ τοῦ ᾿Ιησοῦ στέκονταν ἡ μητέρα του, ἡ ἀδελφή της ἡ Μαρία, γυναίκα τοῦ Κλωπᾶ, καὶ ἡ Μαρία ἡ Μαγδαληνή. ῾Ο ᾿Ιησοῦς, ὅταν εἶδε τὴ μητέρα του καὶ τὸν μαθητὴ ποὺ ἀγαποῦσε νὰ στέκεται πλάι της, λέει στὴ μητέρα του· «Αὐτὸς τώρα εἶναι ὁ γιός σου». ῞Υστερα λέει στὸν μαθητή· «Αὐτὴ τώρα εἶναι ἡ μητέρα σου». ᾿Απὸ κείνη τὴν ὥρα ὁ μαθητὴς τὴν πῆρε στὸ σπίτι του. Μετὰ ἀπ’ αὐτό, ὁ ᾿Ιησοῦς γνωρίζοντας πὼς ὅλα εἶχαν φτάσει πιὰ στὸ καθορισμένο τέλος, ἔγειρε τὸ κεφάλι καὶ παρέδωσε τὸ πνεῦμα.