2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Το Ευαγγέλιο της Κυριακής 20 Μαρτίου 2016 - Της Ορθοδοξίας


Το Ευαγγέλιο της Κυριακής 20 Μαρτίου 2016 - Της Ορθοδοξίας

῎Ελα καὶ δὲς μόνος σου.
(᾿Ιω. α´ 44-52)

Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.

Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ᾿Απεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.



Απόδοση σε απλή γλώσσα

Τόν καιρό ἐκεῖνο ὁ ᾿Ιησοῦς ἀποφάσισε νὰ πάει στὴ Γαλιλαία. Βρίσκει τότε τὸν Φίλιππο καὶ τοῦ λέει· «῎Ελα μαζί μου». ῾Ο Φίλιππος καταγόταν ἀπὸ τὴ Βηθσαϊδά, τὴν πατρίδα τοῦ ᾿Ανδρέα καὶ τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέει· «Αὐτὸν ποὺ προανήγγειλε ὁ Μωυσῆς στὸν νόμο καὶ οἱ προφῆτες, τὸν βρήκαμε· εἶναι ὁ ᾿Ιησοῦς, ὁ γιὸς τοῦ ᾿Ιωσὴφ ἀπὸ τὴ Ναζαρέτ». «Μπορεῖ ἀπὸ τὴ Ναζαρὲτ νὰ βγεῖ τίποτα καλό;» τὸν ρώτησε ὁ Ναθαναήλ. «῎Ελα καὶ δὲς μόνος σου», τοῦ λέει ὁ Φίλιππος.

῾Ο ᾿Ιησοῦς εἶδε τὸν Ναθαναὴλ νὰ πλησιάζει καὶ λέει γι’ αὐτόν· «Νά ἕνας γνήσιος ᾿Ισραηλίτης, χωρὶς δόλο μέσα του». «᾿Απὸ ποῦ μὲ ξέρεις;» τὸν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ ᾿Ιησοῦς τοῦ ἀπάντησε· «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νὰ ᾿ρθεῖς, σὲ εἶδα ποὺ ἤσουν κάτω ἀπ’ τὴ συκιά». Τότε ὁ Ναθαναὴλ τοῦ εἶπε· «Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐσὺ εἶσαι ὁ βασιλιὰς τοῦ ᾿Ισραήλ». Κι ὁ ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «᾿Επειδὴ σοῦ εἶπα πὼς σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, γι’ αὐτὸ πιστεύεις; Θὰ δεῖς μεγαλύτερα πράγματα ἀπ’ αὐτά». Καὶ τοῦ λέει· «Σᾶς βεβαιώνω ὅτι σύντομα θὰ δεῖτε νὰ ἔχει ἀνοίξει ὁ οὐρανός, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν πάνω στὸν Υἱὸ τοῦ ᾿Ανθρώπου».

http://synodoiporia.gr/