ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ
ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ
Ο Απόστολος της Κυριακής 31 Αυγούστου 2014
(῾Εβρ. θ´ 1-7)
Αδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾿Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Το Ευαγγέλιο της Κυριακής 31 Αυγούστου 2014 - ΙΒ´ Ματθαίου
(Μτθ. ιθ´ 16-26)
Τῶ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ ᾿Ιησοῦ, γονυπετῶν αὐτόν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ῾Ο δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; ῾Ο δὲ ᾿Ιησοῦς εἶπε· Τὸ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα», καὶ «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ῎Εφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ᾿Ακούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ᾿Αμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ᾿Ακούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ᾿Εμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
Εκοιμήθη ο θεολόγος Νικόλαος Ι. Σωτηρόπουλος
Εκοιμήθη ο θεολόγος Νικόλαος Ι. Σωτηρόπουλος
Εκοιμήθη εν Κυρίω χθες ο γνωστός και μαχητικότατος για θέματα πίστεως θεολόγος Νικόλαος Ι. Σωτηρόπουλος....
H τραγική ειρωνεία είναι πως σαν χθες, 28 Αυγούστου του 2010, εκοιμήθη ο Μητροπολίτης Φλωρίνης Αυγουστίνος Καντιώτης. και χθες έφυγε από τη ζωή αυτή, το πνευματικό του παίδι του π. Αυγουστίνου, ο Νικόλαος Σωτηρόπουλος
Γιατί θυμιάζουν οι μοναχοί στις ακολουθίες;
Από pemptousia.gr
Στην ακολουθία του Όρθρου ψάλεται ο Πολυέλαιος «Δούλοι Κύριον» έρρυθμα για να ταιριάζει η ψαλμωδία με την κίνηση του κατζίου,του θυμιατού με το οποίο θυμιάζουν οι μοναχοί που έχουν το διακόνημα του εκκλησιαστικού.
Το κατζίο είναι φορητό και χρησιμοποιείται στις λατρευτικές συνάξεις εντός του ναού όταν ψάλλονται ύμνοι από την Παλαιά Διαθήκη ή αναγινώσκονται οι Μεγάλες Ώρες.
Είναι μεταλλικό με μακριά χειρολαβή και κουδούνια, τα οποία συμβολίζουν τα βήματα του Θεού στον Παράδεισο και προτρέπουν τους μοναχούς σε εγρήγορση :”’Και άκουσαν τη φωνή του Κυρίου του Θεού, να περπατάει στον παράδεισο προς το δειλινό” (Παλαιά Διαθήκη Γένεση Κεφ. 3, Στίχος 8..
Όταν οι εκκλησιαστικοί θυμιάζουν με το κατζίο φέρουν στον ώμο τους ένα τετράγωνο ύφασμα που λέγεται ”αήρ” ΄ συνήθως είναι χρυσοποίκιλτο και δηλώνει το αγγελικό τάγμα που εξέπεσε από τη πατρώα δόξα και που αντικαταστάθηκε από τους μοναχούς. Ο εκκλησιαστικός λοιπόν κρατά το κατζίο με το ”χειρομανδήλιον”, το οποίο είναι μικρότερο από τον ”αέρα”. Ο συμβολισμός του απορρέει από την απάντηση του Αναστημένου Κυρίου ”μη μου άπτου” (μην με αγγίζεις), στην Μαρία την μυροφόρο, όταν αυτή από την χαρά της ήθελε να Τον αγγίξει. (Κατά Ιωάννη Κεφ. 20, Στίχος 17..)
Επειδή το θυμιατήριο συμβολίζει τις δύο φύσεις, ανθρώπινη και θεϊκή, και τις τρείς υποστάσεις Πατήρ, Υιός και Άγιο Πνεύμα και επειδή ο εκκλησιαστικός δεν έχει ιεροσύνη, πιάνει το κατζίο με το ”χειρομάνδηλο” από ευλάβεια και σεμνότητα.
Το Ευαγγέλιο της Κυριακής 24 Αυγούστου 2014 - ΙΑ´ Ματθαίου
(Μτθ. ιη´ 23-35)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ᾿Αρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· Κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεναὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ᾿Εξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι. ῾Ο δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ᾿Ιδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Ο Απόστολος της Κυριακής 24 Αυγούστου - ΙΑ´ Επιστολή
(Α´ Κορ. θ´ 2-12)
Αδελφοί, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. ῾Η ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; ῍Η μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ῍Η τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ῍Η οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ᾿Εν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα». Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ῍Η δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, «ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ᾿Αλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
Το Ευαγγέλιο της Κυριακής 17 Αυγούστου 2014 - Ι´ Ματθαίου
(Μτθ. ιζ´ 14-23)
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ῏Ω γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν;
῞Εως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ κατ᾿ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ῾Ο δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ᾿Αμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. ᾿Αναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
O Απόστολος της Κυριακής 17 Αυγούστου 2014 - Ι´ Επιστολή
(Α´ Κορ. δ´ 9-16)
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ῾Ημεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.῎Αχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶ-μεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ᾿Εὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ο Αύγουστος είναι ο μήνας της Παναγίας μας
Ο Αύγουστος είναι ο μήνας της Παναγίας μας. Όλοι οι πιστοί καταφεύγουμε με τις θαυμάσιες «Παρακλήσεις» στη Χάρη της και νοιώθουμε, ανάλογα με την πίστη μας, τη βοήθειά της και την παρουσία της στη ζωή μας.
Η φράση του Απολυτικίου της εορτής της «Κοιμήσεως της Θεοτόκου» «ἐν τῇ κοιμήσει τόν κόσμον οὐ κατέλιπες, Θεοτόκε» επαληθεύεται διαρκώς στη ζωή της Εκκλησίας και επιβεβαιώνεται καθημερινά από την προσωπική εμπειρία μας.
Δεν μας εγκατέλειψε αναχωρώντας με τον θάνατο από τον κόσμο. Είναι μαζί μας, με τα θαύματα που επιτελεί με τη μεσολάβησή της στον Υιό και Θεό της χάριν εκείνων οι οποίοι ζητούν ταπεινά και με πίστη τις πανίσχυρες πρεσβείες της.
H Νηστεία της Παναγίας (ή του Δεκαπενταύγουστου)
Στη νηστεία της Παναγίας νηστεύουμε κρέας, γαλακτερά, ψάρι, λάδι, κρασί. Ας δούμε περισσότερες λεπτομέρειες από διάφορες πηγές.
Από την 1η Αυγούστου μέχρι και την 14η Αυγούστου νηστεύουμε προς τιμήν της εορτής της Κοιμήσεως της Θεοτόκου, της μεγαλύτερης Θεομητορικής εορτής του ορθοδόξου εορτολογίου. Η νηστεία αυτή είναι αυστηρή. Νηστεύουμε από λάδι όλες τις ημέρες. Κατάλυση οίνου και ελαίου έχουμε μόνο τα Σάββατα και τις Κυριακές που παρεμβάλλονται.
Εγγραφή σε:
Αναρτήσεις (Atom)