2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια


Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν