2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Το Ευαγγέλιο της Κυριακής 6 Απριλίου 2012 - Ε´ Κυριακή των Νηστειών


(Μάρκ. ι´ 32-45)

Τῶ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.

Ο Απόστολος της Κυριακής 6 Απριλίου - Ε´ Κυριακή των Νηστειών


(῾Εβρ. θ´ 11-14)

Αδελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾿ ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾿ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ῞Αγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς
τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Απόδοση σε απλή γλώσσα

Αδελφοί, ὁ Χριστὸς ἦρθε ὡς ἀρχιερέας τῶν ἀγαθῶν πραγμάτων ποὺ προσμένουμε. ῾Η σκηνὴ στὴν ὁποία μπῆκε εἶναι ἀνώτερη καὶ τελειότερη. Δὲν εἶναι ἀνθρώπινο κατασκεύασμα, μέρος δηλαδὴ αὐτῆς τῆς δημιουργίας. ῾Ο Χριστὸς μπῆκε μιὰ γιὰ πάντα στὰ ἅγια τῶν ἁγίων, γιὰ νὰ προσφέρει αἷμα ὄχι ταύρων καὶ μοσχαριῶν, ἀλλὰ τὸ δικό του αἷμα· κι ἔτσι μᾶς ἐξασφάλισε τὴν αἰώνια σωτηρία. Τὸ αἷμα τῶν ταύρων καὶ τῶν τράγων, καὶ τὸ ράντισμα μὲ τὴ στάχτη τοῦ δαμαλιοῦ ἐξαγνίζουν τοὺς θρησκευτικὰ ἀκάθαρτους καθαρίζοντάς τους ἐξωτερικά. Πόσο μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ! Αὐτός, ἔχοντας τὸ Πνεῦμα τοῦ Θεοῦ, πρόσφερε τὸν ἑαυτὸ του ἄψογη θυσία στὸν Θεό, κι ἔτσι θὰ καθαρίσει τὴ συνείδησή μας ἀπὸ τὰ ἔργα ποὺ ὁδηγοῦν στὸν θάνατο, γιὰ νὰ μποροῦμε νὰ λατρεύουμε τὸν ἀληθινὸ Θεό.

Το Ευαγγέλιο της Κυριακής 30 Μαρτίου 2014 - Δ´ Κυριακή των Νηστειών (Μαρκ. θ´ 17-31)



Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσ-ῆλθε τῷ ᾿Ιησοῦ λέγων· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. ῾Ο δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ῏Ω γενεὰ ἄπιστος, ἕως πότε
πρὸς ὑμᾶς ἔσομαι; ῞Εως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ῾Ο δὲ εἶπε· Παιδιόθεν. Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.

Ο Απόστολος της Κυριακής 30 Μαρτίου 2014 - Δ´ Κυριακή των Νηστειών



(Ἑβρ. στ´ 13-20)

Ἀδελφοί, τῷ ᾿Αβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ, λέγων· «῏Η μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε»· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
῎Ανθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις

τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος», ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ᾿Ιησοῦς, «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀρχιερεὺς γενόμενος «εἰς τὸν αἰῶνα».

ΖΗΤΩ Η 25η ΜΑΡΤΙΟΥ 1821

ΖΗΤΩ Η 25η ΜΑΡΤΙΟΥ 1821
Το συγκλονιστικό θαύμα της Παναγίας.
«Έκατσα που εσκαπέτισαν με τα μπαϊράκια τους απεκατέβηκα κάτω. Ήταν μιά εκκλησία εις τον δρόμον, η Παναγία στο Χρυσοβίτσι, ...
Δείτε περισσότερα
ΜΟΝΑΣΤΗΡΙΑΚΑ

O Ευαγγελισμός της Υπεραγίας Θεοτόκου.

25 Μαρτίου
O Ευαγγελισμός της Υπεραγίας Θεοτόκου.
Την ήμερα αυτή, ο θεόσταλτος αρχάγγελος Γαβριήλ παρουσιάζεται στην Παρθένο Μαρία, στη Ναζαρέτ και της ανήγγειλ...
Δείτε περισσότερα
ΜΟΝΑΣΤΗΡΙΑΚΑ

Παύλος Βρέλλης Μουσείο Ελληνικής Ιστορίας Κέρινα Ομοιώματα

Παύλος Βρέλλης
Μουσείο Ελληνικής Ιστορίας
Κέρινα Ομοιώματα
--- Το κρυφό σχολειό ---
...Δείτε περισσότερα