2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια

Ο Απόστολος της Κυριακής 15 Νοεμβρίου - ΚΔ´ Επιστολή


Ο Απόστολος της Κυριακής 15 Νοεμβρίου - ΚΔ´ Επιστολή



Ὁ Χριστὸς πραγματικὰ εἶναι γιὰ μᾶς ἡ εἰρήνη.

(᾿Εφεσ. β´ 14-22)

ΑΑδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.

Το Ευαγγέλιο της Κυριακής 15 Νοεμβρίου 2015 - Η´ Λουκά


Το Ευαγγέλιο της Κυριακής 15 Νοεμβρίου 2015 - Η´ Λουκά

Ποιὸς λοιπὸν ἀπ’ αὐτοὺς τοὺς τρεῖς κατὰ τὴ γνώμη σου
ἀποδείχτηκε “πλησίον” ἐκείνου ποὺ ἔπεσε στοὺς ληστές;

(Λουκ. ι´ 25-37)

Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσ-ῆλθε τῷ ᾿Ιησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ῾Ο δὲ εἶπε πρὸς αὐτόν· ᾿Εν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· «᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου», καὶ «τὸν πλησίον σου ὡς ἑαυτόν».