2 6

ΑΠΟΛΥΤΙΚΙΟ ΑΓ. ΑΘΑΝΑΣΙΟΥ

Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τὴν Ἐκκλησίαν, ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΑΠΟΛΥΤΙΚΙΟ ΑΡΧΑΓΓΕΛΟΥ

Ως θείος Αρχάγγελος, των νοερών στρατιών, Τριάδος την έλλαμψιν, καθυποδέχη λαμπρώς, Γαβριήλ Αρχιστράτηγε· όθεν εκ πάσης βλάβης, και παντοίας ανάγκης, σώζε απαρατρώτους, τους πιστώς σε τιμώντας, και πόθω ανευφημούντας, τα σα θαυμάσια
Εμφάνιση αναρτήσεων με ετικέτα ΕΥΑΓΓΕΛΙΚΟ-ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΕΥΑΓΓΕΛΙΚΟ-ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ. Εμφάνιση όλων των αναρτήσεων

Το Ευαγγέλιο της Κυριακής 4 Ιουνίου 2017 – Της Πεντηκοστής


Το Ευαγγέλιο της Κυριακής 4 Ιουνίου 2017 – Της Πεντηκοστής

(᾿Ιω. ζ´ 37-52, η´ 12)

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· ᾿Εάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ῾Ο πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον, ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας.

Ο Απόστολος της Κυριακής 4 Ιουνίου 2017 – Της Πεντηκοστής


Ο Απόστολος της Κυριακής 4 Ιουνίου 2017 – Της Πεντηκοστής


(Πραξ. β´ 1-11)

Εν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ῾Αγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.

Ο Απόστολος της Κυριακής 21 Μαΐου 2017 – Των αγίων


Ο Απόστολος της Κυριακής 21 Μαΐου 2017 – Των αγίων




(Πραξ. κστ´ 1, 12-20)

Εν ταῖς ἡμέραις ἐκείναις, ᾿Αγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη· ᾿Επιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο· ᾿Εν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ ῾Εβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις;

Το Ευαγγέλιο της Κυριακής 21 Μαΐου 2017 – Του τυφλού


Το Ευαγγέλιο της Κυριακής 21 Μαΐου 2017 – Του τυφλού




(᾿Ιω. θ´ 1-38)

Τῶ καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῾Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ᾿Απεκρίθη ᾿Ιησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ᾿Εμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ῞Οταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ῞Υπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ᾿Απῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ῎Αλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ᾿Εκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ῎Ελεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ᾿Απεκρίθη ἐκεῖνος καὶ εἶπεν· ῎Ανθρωπος λεγόμενος ᾿Ιησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. ῎Αγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. ῏Ην δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ ᾿Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ῾Ο δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ῎Ελεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ῎Αλλοι ἔλεγον·

Το Ευαγγέλιο της Κυριακής 7 Μαΐου – Δ´ από του Πάσχα, Του παραλύτου


Το Ευαγγέλιο της Κυριακής 7 Μαΐου – Δ´ από του Πάσχα, Του παραλύτου




Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. ῎Εστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ᾿Εν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ῎Αγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ῏Ην δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι;

Ο Απόστολος της Κυριακής 7 Μαΐου – Δ´ από του Πάσχα ΜΑΪΟΣ 4, 2017


Ο Απόστολος της Κυριακής 7 Μαΐου – Δ´ από του Πάσχα

(Πράξ. θ´ 32-42)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε ᾿Ιησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.

Ευαγγελική περικοπή για την Κυριακή των Μυροφόρων, 30/04/2017



Ευαγγελική περικοπή για την Κυριακή των Μυροφόρων, 30/04/2017

Μάρκ. ιε΄43 – ις΄ 8
Κυριακή των Μυροφόρων

43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

1 Και διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωΐ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.



Απόδοση στην Νέα Ελληνική

43 ο Ιωσήφ, ένα αξιοσέβαστο μέλος του συνεδρίου, που καταγόταν από την Αριμαθαία, και περίμενε κι αυτός τη βασιλεία του Θεού, τόλμησε να πάει στον Πιλάτο και να του ζητήσει το σώμα του Ιησού. 44 Ο Πιλάτος απόρησε που ο Ιησούς είχε κιόλας πεθάνει. Κάλεσε τον εκατόνταρχο και τον ρώτησε αν είχε πεθάνει από ώρα. 45 Όταν πήρε την απάντηση από τον εκατόνταρχο, χάρισε το σώμα στον Ιωσήφ. 46 Εκείνος αγόρασε ένα σεντόνι, κατέβασε τον Ιησού, τον τύλιξε μ’ αυτό και τον τοποθέτησε σ’ ένα μνήμα που ήταν λαξεμένο σε βράχο· μετά κύλησε ένα λιθάρι κι έκλεισε την είσοδο του μνήματος. 47 Η Μαρία η Μαγδαληνή και η Μαρία η μητέρα του Ιωσή παρακολουθούσαν πού τον έβαλαν.
Όταν πέρασε το Σάββατο, η Μαρία η Μαγδαληνή και η Μαρία η μητέρα του Ιακώβου, και η Σαλώμη, αγόρασαν αρώματα, για να πάνε ν’ αλείψουν το σώμα του Ιησού. 2 Ήρθαν στο μνήμα πολύ πρωί την επομένη του Σαββάτου, μόλις ανέτειλε ο ήλιος. 3 Κι έλεγαν μεταξύ τους: «Ποιος θα μας κυλήσει την πέτρα από την είσοδο του μνήματος;» 4 Γιατί ήταν πάρα πολύ μεγάλη. Μόλις όμως κοίταξαν προς τα ’κει, παρατήρησαν ότι η πέτρα είχε κυλήσει από τον τόπο της.



5 Μόλις μπήκαν στο μνήμα, είδαν ένα νεαρό με λευκή στολή να κάθεται στα δεξιά, και τρόμαξαν. 6 Αυτός όμως τους είπε: «Μην τρομάζετε. Ψάχνετε για τον Ιησού από τη Ναζαρέτ, το σταυρωμένο. Αναστήθηκε. Δεν είναι εδώ. Να και το μέρος όπου τον είχαν βάλει. 7 Πηγαίνετε τώρα και πείτε στους μαθητές του και στον Πέτρο: “πηγαίνει πριν από σας στην Γαλιλαία και σας περιμένει- εκεί θα τον δείτε, όπως σας το είπε”». 8 Οι γυναίκες βγήκαν κι έφυγαν από το μνήμα γεμάτες τρόμο και δέος· δεν είπαν όμως τίποτα σε κανέναν, γιατί ήταν φοβισμένες.

Ἀπόστολος Κυριακῆς 2 Ἀπριλίου 2017, Ε΄ Νηστειῶν - Ὁσίας Μαρίας Αἰγυπτίας (Ἑβρ. θ΄ 11-14)







Ἀπόστολος Κυριακῆς 2 Ἀπριλίου 2017, Ε΄ Νηστειῶν - Ὁσίας Μαρίας Αἰγυπτίας (Ἑβρ. θ΄ 11-14)

Ἀδελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾿ ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾿ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ραντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

«Τὸ αἷμα τοῦ Χριστοῦ... καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων»

Ἤδη φθάνουμε πρὸς τὸ τέλος τῆς Μεγάλης Τεσσαρακοστῆς καὶ μόλις λίγες ἡμέρες μᾶς χωρίζουν ἀπὸ τὴν Ἁγία καὶ Μεγάλη Ἑβδομάδα, κατὰ τὴν ὁποία θὰ προσκυνήσουμε τὰ ἄχραντα Πάθη τοῦ Κυρίου, ἀφοῦ πρῶτα καθαρίσουμε τὴν καρδιά μας ἀπὸ τὴ δυσωδία τῆς ἁμαρτίας.
Ἡ συνείδησή μας μᾶς βεβαιώνει ὅτι εἴμαστε ἔνοχοι, τὸ σημερινὸ Ἀποστολι­κὸ ἀνάγνωσμα ὅμως μᾶς δίνει θάρρος καὶ ἐλπίδα. Προβάλλοντας τὸ ἀσύγκριτο μεγαλεῖο τῆς θυσίας τοῦ Κυρίου ὁ θε­oφώτιστος Ἀπόστολος μᾶς τονί­ζει ὅτι τὸ αἷμα τοῦ Χριστοῦ ­«καθαριεῖ τὴν συν­είδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι»· δηλαδὴ θὰ καθαρίσει τὴ συνείδησή μας ἀπὸ τὰ ἔρ­­­γα τῆς ἁμαρτίας, ποὺ φέρνουν στὴν ψυ­­­χὴ νέκρωση, καὶ θὰ μᾶς ἀξιώσει νὰ λα­τρεύουμε ἀξίως τὸν ζωντανὸ Θεό.

Εὐαγγέλιον Κυριακῆς 2 Ἀπριλίου, Ε΄ Νηστειῶν - Ὁσίας Μαρίας τῆς Αἰγυπτίας (Μάρκ. ι΄ 32-45)







Εὐαγγέλιον Κυριακῆς 2 Ἀπριλίου, Ε΄ Νηστειῶν - Ὁσίας Μαρίας τῆς Αἰγυπτίας (Μάρκ. ι΄ 32-45)

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύον­ται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. ὁ δὲ εἶπεν αὐτοῖς τί θέλετε ποιῆσαί με ὑμῖν; οἱ δὲ εἶπον αὐτῷ δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; οἱ δὲ εἶπον αὐτῷ δυνάμεθα.

Το Ευαγγέλιο της Κυριακής 5 Μαρτίου – Της Ορθοδοξίας


Το Ευαγγέλιο της Κυριακής 5 Μαρτίου – Της Ορθοδοξίας






(᾿Ιω. α´ 44-52)

Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.

Ο Απόστολος της Κυριακής 5 Μαρτίου – Της Ορθοδοξίας


Ο Απόστολος της Κυριακής 5 Μαρτίου – Της Ορθοδοξίας




(῾Εβρ. ια´ 24-26, 32-40)

Αδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; ᾿Επιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆ-λθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.

Το Ευαγγέλιο της Κυριακής 19 Φεβρουαρίου 2017 – Απόκρεω


Το Ευαγγέλιο της Κυριακής 19 Φεβρουαρίου 2017 – Απόκρεω




(Ματθ. κε´ 31-46)

Εἶπεν ὁ Κύριος· ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.

Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ᾿Επείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Ο Απόστολος της Κυριακής 19 Φεβρουαρίου 2017


Ο Απόστολος της Κυριακής 19 Φεβρουαρίου 2017




(Α´ Κορ. η´ 8 – θ´ 2)

Αδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. ᾿Εὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Ο Απόστολος της Κυριακής 5 Φεβρουαρίου 2017


Ο Απόστολος της Κυριακής 5 Φεβρουαρίου 2017


(Β´ Τιμ. γ´ 10-15)

Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν ᾿Αντιοχείᾳ, ἐν ᾿Ικονίῳ, ἐν Λύστροις. Οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ ᾿Ιησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾿Ιησοῦ.

Ἀπόδοση σέ ἁπλή γλώσσα

Τέκνον Τιμόθεε, ἐσὺ συμπορεύτηκες μαζί μου στὴ διδασκαλία, στὸν τρόπο ζωῆς, στοὺς σκοπούς, στὴν πίστη, στὴ μακροθυμία, στὴν ἀγάπη, στὴν ὑπομονή, στοὺς διωγμούς, στὰ παθήματα σὰν αὐτὰ ποὺ ὑπέμεινα στὴν ᾿Αντιόχεια, στὸ ᾿Ικόνιο, στὰ Λύστρα. Τί διωγμοὺς ὑπέφερα! Κι ἀπ’ ὅλα μὲ γλίτωσε ὁ Κύριος. Κι ὄχι μόνο ἐγώ, ἀλλὰ καὶ ὅλοι ὅσοι θέλουν νὰ ζήσουν μὲ εὐσέβεια, σύμφωνα μὲ τὸ θέλημα τοῦ ᾿Ιησοῦ Χριστοῦ, θὰ ἀντιμετωπίσουν διωγμούς. Μόνο οἱ πονηροὶ ἄνθρωποι καὶ οἱ ἀπατεῶνες θὰ προκόβουν στὸ χειρότερο· θὰ ἐξαπατοῦν τοὺς ἄλλους καὶ οἱ ἄλλοι θὰ τοὺς ἐξαπατοῦν. ᾿Εσὺ ὅμως νὰ μένεις σ’ αὐτὰ ποὺ ἔμαθες καὶ ποὺ γιὰ τὴν ἀξιοπιστία τους ἔχεις τεκμήρια. Ξέρεις ἀπὸ ποιὸν τὰ ἔμαθες· καὶ μὴ λησμονεῖς ὅτι ἀπὸ τὴ βρεφική σου ἡλικία γνωρίζεις τὴ Γραφή, ποὺ μπορεῖ νὰ σὲ κάνει σοφὸ ὁδηγώντας σε στὴ σωτηρία διὰ τῆς πίστεως στὸν ᾿Ιησοῦ Χριστό.

synodoiporia.gr

Το Ευαγγέλιο της Κυριακής 5 Φεβρουαρίου 2017 – Τελώνου και Φαρισαίου


Το Ευαγγέλιο της Κυριακής 5 Φεβρουαρίου 2017 – Τελώνου και Φαρισαίου


(Λουκ. ιη´ 10-14)

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ῾Ο Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Το Ευαγγέλιο της Κυριακής 29 Ιανουαρίου 2017 – ΙΖ´ Ματθαίου (Χαναναίας)


Το Ευαγγέλιο της Κυριακής 29 Ιανουαρίου 2017 – ΙΖ´ Ματθαίου (Χαναναίας)




(Ματθ. ιε´ 21-28)

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ᾿Ελέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ῾Ο δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ᾿Απόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. ῾Η δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ῾Η δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτῇ· ῏Ω γύναι, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Ἀπόδοση σέ ἁπλή γλώσσα

Ἐκεῖνο τὸν καιρό, ἔφυγε ὁ ᾿Ιησοῦς γιὰ τὴν περιοχὴ τῆς Τύρου καὶ τῆς Σιδώνας. Τότε μιὰ γυναίκα Χαναναία βγῆκε ἔξω ἀπὸ τὰ ὅρια τῆς περιοχῆς ἐκείνης καὶ τοῦ φώναζε δυνατά· «᾿Ελέησέ με, Κύριε, Υἱὲ τοῦ Δαβίδ. ῾Η θυγατέρα μου βασανίζεται ἀπὸ δαιμόνιο». Αὐτὸς δὲν τῆς ἀπαντοῦσε λέξη. Τὸν πλησίασαν τότε οἱ μαθητές του καὶ τὸν παρακαλοῦσαν· «Διῶξε την, γιατὶ μᾶς ἀκολουθεῖ καὶ φωνάζει». ῾Ο ᾿Ιησοῦς εἶπε· «῎Εχω ἀποσταλεῖ μόνο γιὰ τοὺς πλανεμένους ᾿Ισραηλίτες». ᾿Εκείνη ὅμως ἦρθε καὶ τὸν προσκύνησε λέγοντας· «Κύριε, βοήθησέ με». Αὐτὸς τῆς ἀποκρίθηκε· «Δὲν εἶναι σωστὸ νὰ πάρει κανεὶς τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ πετάξει στὰ σκυλιά». «Ναί, Κύριε», εἶπε ἐκείνη, «ἀλλὰ καὶ τὰ σκυλιὰ τρῶνε ἀπὸ τὰ ψίχουλα ποὺ πέφτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων τους». Τότε ὁ ᾿Ιησοῦς τῆς ἀπάντησε· «Μεγάλη εἶναι ἡ πίστη σου, γυναίκα! ῍Ας γίνει ὅπως τὸ θέλεις». Κι ἀπὸ κείνη τὴν ὥρα γιατρεύτηκε ἡ θυγατέρα της.

synodoiporia.gr

Ο Απόστολος της Κυριακής 29 Ιανουαρίου 2017


Ο Απόστολος της Κυριακής 29 Ιανουαρίου 2017




(Β´ Κορ. στ´ 16- ζ´ 1)

Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ». Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Ἀπόδοση σέ ἁπλή γλώσσα

Ἀδελφοί, ἐσεῖς εἶστε ναὸς τοῦ ἀληθινοῦ Θεοῦ, ὅπως ὁ ἴδιος εἶπε· Θὰ κατοικήσω ἀνάμεσά τους καὶ θὰ πορεύομαι μαζί τους. Θὰ εἶμαι Θεός τους, κι αὐτοὶ θὰ εἶναι λαός μου. Γι’ αὐτὸ λέει ὁ Κύριος· Φύγετε μακριὰ ἀπ’ αὐτοὺς καὶ ξεχωρίστε. Μὴν ἀγγίζετε ἀκάθαρτο πράγμα, κι ἐγὼ θὰ σᾶς δεχτῶ. Θὰ εἶμαι γιὰ σᾶς ὁ Πατέρας, κι ἐσεῖς θὰ εἶστε γιοὶ καὶ θυγατέρες μου, λέει ἀκόμα ὁ παντοκράτορας Κύριος. ᾿Αφοῦ λοιπόν, ἀγαπητοί μου, ἔχουμε αὐτὲς τὶς ὑποσχέσεις, ἂς καθαρίσουμε τοὺς ἑαυτούς μας ἀπὸ καθετὶ ποὺ μολύνει τὸ σῶμα καὶ τὴν ψυχή. ῍Ας ζήσουμε μιὰ ἅγια ζωὴ μὲ φόβο Θεοῦ.

synodoiporia.gr

Το Ευαγγέλιο της Κυριακής 22 Ιανουαρίου 2017 – ΙΕ´ Λουκά


Το Ευαγγέλιο της Κυριακής 22 Ιανουαρίου 2017 – ΙΕ´ Λουκά




(Λουκ. ιθ´ 1-10)

Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ ᾿Ιησοῦς τὴν ᾿Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ᾿Ιδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ᾿Αβραάμ ἐστιν. ῏Ηλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Ο Απόστολος της Κυριακής 22 Ιανουαρίου 2017


Ο Απόστολος της Κυριακής 22 Ιανουαρίου 2017




(Α´ Τιμ. δ´ 9-15)

Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. ῞Εως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.

Το Ευαγγέλιο της Κυριακής 4 Δεκεμβρίου 2016 – Ι´ Λουκά


Το Ευαγγέλιο της Κυριακής 4 Δεκεμβρίου 2016 – Ι´ Λουκά


(Λουκ. ιγ´ 10-17)

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. ᾿Ιδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. ᾿Αποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ ᾿Ιησοῦς, ἔλεγε τῷ ὄχλῳ· ῝Εξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.